Share

Τετάρτη 1 Απριλίου 2020

†. ΧΡΙΣΤΟΔΟΥΛΟΣ : ΧΑΙΡΕΤΙΣΜΟΙ ΠΡΟΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ




Φωτοδόχον
λαμπάδα,
τοῖς ἐν σκότει φανεῖσαν,
ὁρῶμεν
τὴν ἁγίαν Παρθένον·
τὸ γὰρ ἄυλον
ἅπτουσα φῶς,
ὁδηγεῖ πρὸς γνῶσιν
θεϊκὴν ἅπαντας,
αὐγῇ τὸν νοῦν
φωτίζουσα,
κραυγῇ δὲ τιμωμένη
ταῦτα·
Χαῖρε, ἀκτὶς νοητοῦ
ἡλίου,
χαῖρε, βολὶς τοῦ ἀδύτου
φέγγους.
Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς
καταλάμπουσα,
χαῖρε, ὡς βροντὴ τοὺς
ἐχθροὺς καταπλήττουσα.
Χαῖρε, ὅτι
τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,
Χαῖρε,
ὅτι τὸν πολύρρυτον ἀναβλύζεις
ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας
ζωγραφοῦσα τὸν τύπον,
χαῖρε, τῆς
ἁμαρτίας ἀναιροῦσα τὸν ρύπον.
Χαῖρε,
λουτὴρ ἔκπλυνων συνείδησιν,
χαῖρε,
κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε,
ὀσμὴ τῆς Χριστοῦ εὐωδίας,
χαῖρε,
ζωὴ μυστικῆς εὐωχίας.
Χαῖρε, Νύμφη
ἀνύμφευτε.
Χάριν
δοῦναι θελήσας,
ὀφλημάτων ἀρχαίων,

πάντων χρεωλύτης ἀνθρώπων,
ἐπεδήμησε
δι’ἑαυτοῦ,
πρὸς τοὺς ἀποδήμους τῆς
αὐτοῦ Χάριτος·
καὶ σχίσας τὸ
χειρόγραφον,
ἀκούει παρὰ πάντων
οὕτως·
Ἀλληλούια.
Ψάλλοντές
σου τὸν τόκον,
ἀνυμνοῦμέν σε πάντες,
ὡς
ἔμψυχον ναόν, Θεοτόκε.
Ἐν τῇ σῇ γὰρ
οὶκήσας γαστρί,
ὁ συνέχων πάντα τῇ
χειρὶ Κύριος,
ἡγίασεν, ἐδόξασεν,
ἐδίδαξε βοᾶν σοὶ πάντας·
Χαῖρε,
σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου,
χαῖρε,
Ἁγία ἁγίων μείζων.
Χαῖρε, κιβωτὲ
χρυσωθεῖσα τῷ Πνεύματι,
χαῖρε, θησαυρὲ
τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον
διάδημα βασιλέων εὐσεβῶν,
χαῖρε,
καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.
Χαῖρε,
τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος,
χαῖρε,
τῆς Βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χαῖρε,
δι' ἧς ἐγείρονται τρόπαια,
χαῖρε, δι'
ἧς ἐχθροὶ καταπίπτουσι.
Χαῖρε, χρωτὸς
τοῦ ἐμοῦ θεραπεία,
χαῖρε, ψυχῆς τῆς
ἐμῆς σωτηρία.
Χαῖρε, Νύμφη
ἀνύμφευτε.
 πανύμνητε
Μῆτερ,
ἡ τεκοῦσα τὸν πάντων
ἁγίων,
ἁγιώτατον Λόγον·
δεξαμένη
γὰρ τὴν νῦν προσφοράν,
ἀπὸ πάσης
ρῦσαι συμφορᾶς ἅπαντας,
καὶ τῆς
μελλούσης λύτρωσαι κολάσεως,
τοὺς
σοὶ βοῶντας·
Ἀλληλούια.